TLG 1392 001 :: HEGESANDER :: Fragmenta HEGESANDER Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 412–422. Frr. 1–46. Citation: Fragment — (line) | ||
t1-46 | ΥΠΟΜΝΗΜΑΤΑ. | |
1 | Athenaeus XI: Ἡγήσανδρος δ’ ὁ Δελ‐ φὸς ἐν τοῖς Ὑπομνήμασι, περὶ τῆς πρὸς πάντας τοῦ Πλάτωνος κακοηθείας λέγων, γράφει καὶ ταῦτα· «Μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυ‐ | |
5 | μούντων, ἔν τινι συνουσίᾳ Πλάτων συμπαρὼν, λαβὼν τὸ ποτήριον, παρεκάλει μὴ ἀθυμεῖν αὐτοὺς, ὡς ἱκανὸς αὐτὸς εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλο‐ δώρῳ. Καὶ ὃς εἶπεν, Ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν, ἢ παρὰ σοῦ τὴν τοῦ οἴνου | 412 |
---|---|---|
10 | πρόποσιν. Ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι, καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν. Καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σι‐ κελίαν ἐκπλεύσας· ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενόμενος ἐκινδύνευσε, δὶς | |
15 | δὲ πρὸς τὸν νεώτερον Διονύσιον. Αἰσχίνου τε πένητος ὄντος, καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασε. Καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας ἐφιστὰς δίκην ἐφωράθη· καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. Διόπερ | |
20 | Σωκράτης, οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος, ἐνύ‐ πνιον ἔφησεν ἑωρακέναι, πλειόνων παρόντων. Δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα, κορώνην γενόμενον, ἐπὶ τὴν κε‐ φαλήν μου ἀναπηδήσαντα, τὸ φαλακρόν μου κατασκα‐ ριφᾶν, καὶ κράζειν περιβλέπουσαν. Δοκῶ οὖν σε, ὦ Πλά‐ | |
25 | των, πολλὰ κατὰ τῆς ἐμῆς ψεύδεσθαι κεφαλῆς. Ἦν δὲ ὁ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν, Ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τά‐ φοις· ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασι. | |
30 | Καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι, καὶ τὸ νομοθετῆσαι, τίς οὐ φήσει πάθος εἶναι φιλοδοξίας; Δῆλον δέ ἐστι τοῦτο, ἐξ ὧν ἐν τῷ Τιμαίῳ λέγει· «Πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζῳγράφος ἐβούλετο τὰ ἑαυ‐ τοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν, οὕτω κἀγὼ τοὺς | |
35 | πολίτας, οὓς διαγράφω.» | |
2(t) | E LIBRO SEXTO. | |
1 | Idem IV: Οὐκ ἄκαιρον δ’ ἐστὶ μνημο‐ νεῦσαι καὶ τοῦ εἰς ὑμᾶς (sc. τοὺς φιλοσόφους) ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο ὁ Δελφὸς Ἡγήσανδρος, ἐν ἕκτῳ Ὑπομνημάτων· | |
5 | Ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι, εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι, νυκτιλαθραιοφάγοι, νυκτιπαταιπλάγιοι, μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταὶ, | |
10 | δοξοματαιόσοφοι, ζηταρετησιάδαι. | |
3 | Idem VI: Ἱστορεῖ δὲ περὶ αὐτοῦ (sc. τοῦ Φιλίππου) καὶ τάδε Ἡγήσανδρος ὁ Δελφὸς, ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον, καὶ | |
5 | προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ’ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. | |
4 | Idem VI: Καὶ ὁ Δελφὸς δὲ Ἡγήσαν‐ δρος ἐν τοῖς Ὑπομνήμασι περὶ τοῦ Κλεισόφου τάδε ἱστο‐ ρεῖ· «Φιλίππου τοῦ βασιλέως εἰπόντος, διότι γράμ‐ | |
ματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ βασιλέως, | 413 | |
5 | Κλείσοφος παρὼν ἔφη· Εὖ γε νὴ τοὺς θεούς. Τοῦ δὲ Φιλίππου εἰπόντος, Τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται; Νὴ τὸν Δία τὸν μέγιστον, εἶπεν, ἄκρως γέ μοι ἐπετί‐ μησας.» | |
5 | Idem VII: Ἡγήσανδρος δέ φησιν, ὅτι καὶ Ἀστυκρέοντα, θεραπευθέντα ὑπ’ αὐτοῦ, Ἀπόλλωνα ἐκάλεσε. Καὶ ἄλλος δ’ αὐτῷ τῶν περισωθέντων Ἀσκλη‐ πιοῦ στολὴν ἀναλαβὼν συμπεριεφθείρετο. Αὐτὸς δ’ ὁ Ζεὺς, | |
5 | πορφύραν ἠμφιεσμένος, καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων, καὶ σκῆπτρον κρατῶν, κρηπῖδάς τε ὑπο‐ δεδεμένος, περιῄει μετὰ τοῦ θείου χοροῦ. Καὶ ἐπιστέλ‐ λων Φιλίππῳ τῷ βασιλεῖ, οὕτως ἔγραψεν· «Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. Σὺ μὲν Μακεδονίας βασιλεύεις, | |
10 | ἐγὼ δὲ ἰατρικῆς. Καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι, ὅταν βουληθῇς, ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σώζειν, καὶ τοὺς εὐρώστους ἀνόσους, οἳ ἂν ἐμοὶ πείθωνται, πα‐ ρέχειν μέχρι γήρως ζῶντας. Τοιγαροῦν σὲ μὲν Μακε‐ δόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι (?). | |
15 | Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω.» Πρὸς ὃν ὡς με‐ λαγχολῶντα ἐπέστελλεν ὁ Φίλιππος· «Φίλιππος Με‐ νεκράτει ὑγιαίνειν.» Παραπλησίως δ’ ἐπέστελλε καὶ Ἀρχιδάμῳ, τῷ Λακεδαιμονίων βασιλεῖ, καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφεν, οὐκ ἀπεχόμενος τοῦ Διός. Καλέσας | |
20 | δ’ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν, συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης, ὑψη‐ λότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης, καὶ τρά‐ πεζαν παραθεὶς, ἐφ’ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς πάντων ἀπαρχαί. Καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ | |
25 | ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. Καὶ τέλος ὁ καινὸς Ζεὺς, μετὰ τῶν ὑπηκόων γελώμενος θέων, ἔφυγεν ἐκ τοῦ συμποσίου, ὡς Ἡγή‐ σανδρος ἱστορεῖ. | |
6 | Idem VI: Περὶ δὲ Νικησίου τοῦ Ἀλε‐ ξάνδρου κόλακος Ἡγήσανδρος τάδε ἱστορεῖ· «Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος, τῶν κολάκων τις | |
5 | Νικησίας παρὼν, Ἤπου τῶν ἄλλων μυιῶν, εἶπεν, αὗ‐ ται πολὺ κρατήσουσι, τοῦ σοῦ γευσάμεναι αἵματος.» Ὁ δ’ αὐτός φησι καὶ Χειρίσοφον, τὸν Διονυσίου κόλακα, ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων (ἀπεῖχε δ’ ἀπ’ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν), | |
10 | συγγελᾶν. Ἐπεὶ δ’ ὁ Διονύσιος ἠρώτησεν αὐτὸν, διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ, «Ὑμῖν, φησὶ, πιστεύω, διότι τὸ ῥηθὲν γελοῖόν ἐστιν.» | |
7 | Idem VI: Ἐπικράτης δ’ ὁ Ἀθηναῖος, πρὸς βασιλέα πρεσβεύ‐ σας, ὥς φησιν Ἡγήσανδρος, καὶ πολλὰ δῶρα παρ’ ἐκεί‐ νου λαβὼν, οὐκ ᾐσχύνετο κολακεύων οὕτως φανερῶς | |
5 | καὶ τολμηρῶς τὸν βασιλέα, ὡς καὶ εἰπεῖν, δεῖν κατ’ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχοντας, ἀλλ’ ἐννέα πρέσβεις αἱ‐ | |
ρεῖσθαι πρὸς βασιλέα. | 414 | |
8 | Idem IV: Εἰς τοσοῦτον δ’ ἀσωτίας ἐληλύθει καὶ Δημήτριος ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος, ὥς φησιν Ἡγήσανδρος, ὥστε Ἀρισταγόραν μὲν ἔχειν τὴν Κορινθίαν ἐρωμένην, ζῆν δὲ πολυτελῶς. | |
5 | Ἀνακαλεσαμένων δ’ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κε‐ λευόντων βέλτιον ζῆν, «Ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. Καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην, καὶ ἀδικῶ οὐδένα, καὶ πίνω Χῖον οἶνον, καὶ τἄλλ’ ἀρκούντως πα‐ ρασκευάζομαι, τῶν ἰδίων μου προσόδων εἰς ταῦτ’ ἐκ‐ | |
10 | ποιουσῶν. Οὐ, καθάπερ ὑμῶν ἔνιοι, δεκαζόμενος ζῶ καὶ μοιχεύων.» Καὶ τῶν τὰ τοιαῦτα πραττόντων καὶ ἐπ’ ὀνόματος τινὰς κατέλεξε. Ταῦτα δ’ ἀκούσας Ἀντί‐ γονος ὁ βασιλεὺς, θεσμοθέτην αὐτὸν κατέστησε. Τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν, ἰκρίον ἔστησε πρὸς τοῖς | |
15 | Ἑρμαῖς Ἀρισταγόρᾳ, μετεωρότερον τῶν Ἑρμῶν· Ἐλευσῖνί τε μυστηρίων ὄντων, ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας. | |
9 | Idem VI: Ἡγήσανδρος δ’ ἱστορεῖ, καὶ Ἱέρωνα τὸν τύραννον ἀμβλύτερον κατὰ τὰς ὄψεις γενέσθαι, καὶ τοὺς συνδειπνοῦντας τῶν φίλων ἔχειν ἐπίτηδες διαμαρτάνοντας τῶν ἐδεσμάτων, ἵν’ ὑπ’ αὐτοῦ | |
5 | χειραγωγῶνται, καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος εἶναι. Εὐκλείδην δέ φησιν Ἡγήσανδρος, τὸν Σεῦτλον ἐπικαλούμενον (παράσιτος δ’ ἦν καὶ οὗτος), παραθέν‐ τος τινὸς αὐτῷ πλείους σόγκους ἐν δείπνῳ, Ὁ Καπα‐ νεὺς, ἔφη, ὁ ὑπὸ τοῦ Εὐριπίδου εἰσαγόμενος ἐν ταῖς | |
10 | Ἱκέτισιν, ὑπεραστεῖος ἦν, Μισῶν, τραπέζας ὅστις ἐξογκοῖτ’ ἄγαν. Οἱ δὲ δημαγωγοῦντες, φησὶν, Ἀθήνησι κατὰ τὸν Χρε‐ μωνίδειον πόλεμον κολακεύοντες τοὺς Ἀθηναίους, τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν | |
15 | δ’ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. | |
10 | Idem IV: Δρομέας δ’ ὁ παράσιτος, ἐρωτήσαντός τινος αὐτὸν, ὥς φησιν ὁ Δελφὸς Ἡγήσαν‐ δρος, πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἢ ἐν Χαλκίδι, Τὸ προοίμιον, εἶπε, τῶν ἐν Χαλκίδι δείπνων | |
5 | χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς· τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου. | |
11 | Idem VIII: Πάλιν δ’ ἐπερωτηθεὶς, ὥς φησιν Ἡγήσανδρος, πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοὶ, Ἠλείους ἔφησεν. Ἀναστήσας δέ ποτε καὶ τρόπαιον ἐν | |
5 | τῇ διατριβῇ ἐπέγραψε κατὰ τῶν κακῶς κιθαρι‐ ζόντων. Ἐρωτηθεὶς δὲ ὑπό τινος, τίνα τῶν πλοίων ἀσφαλέστατά ἐστι, τὰ μακρὰ ἢ τὰ στρογγύλα, «Τὰ νενεωλκημένα,» εἶπεν. | |
12 | Athenaeus XIV: Ὁ τοῦ Σωτάδου | |
υἱὸς Ἀπολλώνιος. Ἔγραψε δὲ καὶ οὗτος Περὶ τῶν τοῦ πατρὸς ποιημάτων σύγγραμμα· ἐξ οὗ ἔστιν κατιδεῖν τὴν ἄκαιρον παρρησίαν τοῦ Σωτάδου, κακῶς μὲν εἰπόν‐ | 415 | |
5 | τος Λυσίμαχον τὸν βασιλέα ἐν Ἀλεξανδρείᾳ, Πτολε‐ μαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων. Διόπερ καὶ δεού‐ σης ἔτυχε τιμωρίας. Ἐκπλεύσαντα γὰρ αὐτὸν τῆς Ἀλε‐ ξανδρείας, ὥς φησιν Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασι, | |
10 | καὶ δοκοῦντα διαπεφευγέναι τὸν κίνδυνον· εἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ δεινὰ, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν Ἀρσινόην ἐγεγαμήκει· Εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς· Πάτροκλος οὖν ὁ τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ | |
15 | τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβδῆν κεραμίδα ἐμ‐ βαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντισε. | |
13 | Idem I: Ἡρόδοτος δὲ ὁ λογόμιμος, ὥς φησιν Ἡγήσανδρος, καὶ Ἀρχέλαος ὁ ὀρχηστὴς παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ μάλιστα ἐτιμῶντο τῶν φίλων. Ὁ δὲ πατὴρ αὐτοῦ Ἀντίοχος τοὺς Σωστράτου τοῦ αὐλη‐ | |
5 | τοῦ υἱεῖς σωματοφύλακας ἐπεποίητο. | |
14 | Idem VIII: Ἡγήσανδρος δ’ ἐν τοῖς Ὑπομνήμασι τάδε φησὶ περὶ αὐτοῦ· «Δωρίων ὁ ὀψοφά‐ γος, τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς, μαστιγῶν αὐτὸν ἐκέλευε τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. Τοῦ δὲ | |
5 | παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος, Ἰχθύων σε, φησὶν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.» | |
15 | Idem VIII: Ἀνταγόρας μὲν ὁ ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθὺν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος. Ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησὶν, αὐτῷ γόγγρων λοπάδα, καὶ περιεζωσμένῳ, Ἀντίγονος | |
5 | ὁ βασιλεὺς παραστὰς, Ἆρά γε, εἶπεν, ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀνα‐ γράψαι, γόγγρους ἕψοντα; Κἀκεῖνον οὐ φαύλως λόγος εἰπεῖν, Σὺ δὲ οἴει, φησὶ, τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι, πολυπραγμονοῦντα, τίς ἐν τῷ | |
10 | στρατοπέδῳ γόγγρους ἕψει; Ὄρνιν δ’ ἕψων ποτὲ ὁ Ἀν‐ ταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβού‐ μενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλο‐ κύδους δ’ εἰπόντος, ὅτι ἡ μήτηρ τηρήσει, Ἐγὼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; | |
16 | Idem VIII: Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ, πότε‐ ρος χρηστότερος ἰχθὺς, γόγγρος ἢ λάβραξ, Ὁ μὲν ἑφθὸς, ἔφη, ὁ δὲ ὀπτός. | |
17 | Idem VIII: Ἀλλὰ μὴν καὶ Ἀρίστιπ‐ πος ὁ Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτω‐ νός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος. Γράφει δὲ οὕτως ὁ Δελφός· «Ἀρί‐ | |
5 | στιππος, Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ, διότι πολλοὺς | |
ἰχθῦς ἠγόρασε, δυοῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. Τοῦ δὲ Πλάτωνος εἰπόντος, ὅτι καὶ αὐτὸς ἂν ἠγόρασα τοσού‐ του, Ὁρᾷς οὖν, εἶπεν, ὦ Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφά‐ γος, ἀλλὰ σὺ φιλάργυρος.» | 416 | |
18 | Idem XII: Ἡγήσανδρος γοῦν φησιν, ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ’ αὐτῷ τυχὼν ἤνεγκεν, ἐρωτήσαντός τε τοῦ Διονυ‐ σίου, τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς, ἔφησε | |
5 | παραπλησίαν εἶναι. «Ἐκείνη τε γὰρ, ἔφησεν, ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι’ ἡμᾶς. Αὕτη δὲ τήμερον καὶ ἔνδοξος γέγονε διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ.» Καὶ ἐν ἄλλοις δέ φησιν ὁ Ἡγήσανδρος· «Ἀρίστιππος, | |
10 | ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ’ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ’ Ἀντιφῶντος, Εἰ δ’ ἁλιευόμενος ἐτύγχανον, ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;» | |
19 | Idem VIII: Φόρουσκον δέ φησιν Ἡγήσανδρος τὸν ἰχθυοφάγον, οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ’ ἀκολουθήσαντος αὐτῷ πλείο‐ νος, εἰπεῖν· | |
5 | Τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. Βίων δὲ, προαρπάσαν‐ τός τινος τὰ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς, καὶ δαψιλῶς φαγὼν, ἐπεῖπεν· Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο. | |
20 | Idem X: Ἡγήσανδρος δ’ ὁ Δελφὸς καὶ ἐξοίνους τινὰς κέκληκε, λέγων οὕτως· «Κομηὼν καὶ Ῥοδοφῶν, τῶν ἐν Ῥόδῳ πολιτευσαμένων ὄντες, ἦσαν ἔξοινοι. Καὶ ὁ Κομηὼν, εἰς κυβευτὴν σκώπτων, | |
5 | τὸν Ῥοδοφῶντα, ἔλεγεν· Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι κυβευταί. Ῥοδοφῶν τε ἐκείνῳ τὴν περὶ τὰς γυναῖκας σπουδὴν καὶ τὴν ἀκρασίαν ὠνείδιζεν, οὐδεμιᾶς ἀπεχόμενος λοιδο‐ ρίας. | |
21 | Idem XI: Ἡγήσανδρος ὁ Δελφὸς Εὐ‐ φορίωνά φησι τὸν ποιητὴν, παρὰ Πρυτάνιδι δειπνοῦντα, καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δο‐ κοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ μάλα | |
5 | προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων, ὡς ἐξοινῶν καὶ μεθύων ἐνεούρησε. | |
22 | Idem X: Οὐκ ἀγλαφύρως δὲ Λύ‐ σανδρος ὁ Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν Ὑπομνήμασι, τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, | |
5 | ἵν’ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. | 417 |
23 | Idem X: Ἔπινον οἱ πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς ὁ Δελφὸς Ἡγήσανδρός φησιν. Ἐπίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμέ‐ νου τῶν ἱστοριῶν, ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἀπηλ‐ | |
5 | φίτισε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φω‐ ναῖς, ἐποίησε λέγοντα· Ἐπ’ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα, | |
10 | ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς, ὅτι, κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ’ εὐτελὲς, σεμνὸν δύναται τοῦθ’ ἡ δύναμις ἡ μὴ ποιεῖν. Γέροντα Θάσιον τόν τε γῆς ἀπ’ Ἀτθίδος ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν, | |
15 | συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου, Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρὸν, κατῃσίμωκα πῶμα, καύματος λύσιν. Ὁ δ’ αὐτὸς ἱστορεῖ, κἀν Θηράσι ταῖς (Θηρασίαις?) νήσοις ἐπιτάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ | |
20 | λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων. | |
24 | Idem I: Ἡγήσανδρος δ’ ὁ Δελφὸς Ἀγχί‐ μολον καὶ Μόσχον φησὶ, τοὺς ἐν Ἤλιδι σοφιστεύσαν‐ τας, ὑδροποτῆσαι πάντα τὸν βίον, καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν | |
5 | ἐρρωμένους· τὸν δ’ ἱδρῶτα αὐτῶν δυσώδη οὕτως ἔχειν, ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. | |
25 | Idem XIII: Οἶδα δὲ καὶ ἑορτὴν τὴν Ἑταιρίδεια, ἀγομένην ἐν Μαγνησίᾳ, οὐ διὰ τὰς ἑταί‐ ρας, ἀλλὰ δι’ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσαν‐ δρος, ἐν Ὑπομνήμασι γράφων ὧδε· «Τὴν τῶν Ἑταιρι‐ | |
5 | δείων ἑορτὴν συντελοῦσι Μάγνητες. Ἱστοροῦσι δὲ, πρῶτον Ἰάσονα, τὸν Αἴσονος, συναγαγόντα τοὺς Ἀργο‐ ναύτας, ἑταιρείῳ Διὶ θῦσαι, καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι. Θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.» | |
26 | Idem XIII: Ἡγήσανδρος δ’ ἐν τοῖς Ὑπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν, οὐδὲ τῶν ἰχθύων· «ἀπογενομένων γοῦν τού‐ των, οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας, οὐδὲ τὸν | |
5 | ἰχθὺν, οὐδὲ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων.» | |
27 | Idem XIII: Ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου (Sophocles), ὥς φησιν Ἡγήσανδρος, Ἀρχίππην ἠγάπησε τὴν ἑταίραν, καὶ τοῦ βίου κληρονόμον κατέλι‐ πεν. Ὅτε δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρ‐ | |
5 | χίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης, ἐρωτώ‐ μενος ὑπό τινος, τί πράττει Ἀρχίππη, χαριέντως ἔφη· «Ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφων κάθηται.» | 418 |
28 | Idem XIII: Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου, Λαγυνίωνος ἐπίκλην, κα‐ ταπεσόντος ἔν τινι κονιάματι, «Καὶ γὰρ σὺ, φησὶ, σαυτὸν ἔδωκας, οὗ ψῆφοι εἰσίν.» Διαπηδῶντος δ’ αὐτοῦ | |
5 | ἐπὶ τὴν πλησίον κλίνην, «Πρόσεχε, φησὶ, μὴ ἀνατρα‐ πῇς.» Τοῦτο ἱστορεῖ Ἡγήσανδρος. | |
29 | Idem III: Ὅτι δ’ ἔθος τῷ ἐπίπλῳ περι‐ καλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν Ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν, ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε, καὶ ὡς | |
5 | περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν· Ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί. | |
29a | Hesychius: Ἀποφάρσις, ἡ ἑταίρα, ὡς Ἡγήσαν‐ δρος. | |
30 | Athen. IV: Κἀν Κύπρῳ δέ φησι τιμᾶ‐ σθαι Ἡγήσανδρος ὁ Δελφὸς Δία εἰλαπιναστήν τε καὶ σπλαγχνοτόμον. | |
31 | Idem VIII: Ἀργεῖοι δ’, ὡς ἐν τοῖς Ὑπομνήμασί φησιν Ἡγήσανδρος, γράφει δ’ οὕτως· «Τὴν συμβολὴν τὴν εἰς τὰ συμπόσια ὑπὸ τῶν πινόν‐ των εἰσφερομένην Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα | |
5 | αἶσαν.» | |
32 | Idem XI: Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ Ἐν τῇ ἀρίστῃ πολιτείᾳ, φησίν· «Ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια, τῶν περὶ Σικελίαν, ὥς φησι Δικαίαρχος, | |
5 | πρῶτον εἰσαγαγόντων. Τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα, ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν ἆθλα κοττάβια καλούμενα. Εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ’ εἶναι δοκοῦσαι κατεσκευά‐ ζοντο, καλούμεναι κοτταβίδες. Πρὸς δὲ τούτοις οἶκοι | |
10 | κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες, εἰ τὸ μέσον τοῦ κοττάβου τεθέντος, ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. Οὐ γὰρ μόνον ἐφι‐ λοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπὸν, ἀλλὰ καὶ καλῶς ἕκαστα αὐτῶν. Ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα | |
15 | ἐρείσαντα, καὶ τῇ δεξιᾷ κυκλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα· οὕτω γὰρ ἐκάλουν τὸ ἐκπῖπτον ἐκ τῆς κύλικος ὑγρόν· ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοττα‐ βίζειν, τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.» | |
33 | Idem I: Ἡγήσανδρος δέ φησιν, οὐδὲ ἔθος εἶναι ἐν Μακεδονίᾳ κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν· ἕως δὲ τότε καθή‐ μενοι ἐδείπνουν. Κάσανδρος γοῦν, πέντε καὶ τριάκοντα | |
5 | ὢν ἐτῶν, ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνά‐ μενος τὸ ἆθλον ἐκτελέσαι, καίπερ ἀνδρεῖος γεγονὼς καὶ | |
κυνηγὸς ἀγαθός. | 419 | |
34 | Idem X: Τιμόθεος δ’ ὁ Κόνωνος, ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ τοῦ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον, καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς, ἔφη, ὡς οἱ παρὰ | |
5 | Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται. Ὁ δ’ Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασιν ἔφη, ὡς καὶ τῇ ὑστεραίᾳ ὁ Τιμόθεος, ἀπαντήσας τῷ Πλάτωνι, εἶπεν· «Ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστε‐ ραίαν ἢ εἰς τὴν παροῦσαν ἡμέραν.» Πύρρων δ’ ὁ Ἠλεῖος, | |
10 | τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς, ὡς αὐτὸς (ὁ αὐτὸς?) ἱστορεῖ, «Εἰς τὸ λοιπὸν, εἶπεν, οὐχ ἥξω πρὸς σὲ, ἂν οὕτως ὑποδέχῃ· ἵνα μήτ’ ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως, μήτε σὺ θλι‐ βόμενος κακοπαθῇς. Μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ’ ἑαυτῶν | |
15 | συνουσίᾳ προσῆκόν ἐστιν εὐεργετεῖν, ἢ τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ διακονοῦντες τὰ πλεῖστα δαπα‐ νῶσι.» | |
35 | Id. II: Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ἑλλησ‐ πόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον· διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους. | |
36 | Idem III: Ἡγήσανδρος δ’ ἐν Ὑπομνήμασι τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύ‐ κους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κρείους (v. l. κριούς). | |
37 | Idem III: Ἡγήσανδρος δ’ ἐν Ὑπομνή‐ μασιν ἐν ταῖς κεφαλαῖς φησι τὸν ἥπατον δύο λίθους ἔχειν, τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς. | |
38 | Idem VI: Ἡγήσανδρος δ’ ὁ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον. Διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ· | |
5 | Τηγάνῳ εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ, τὴν λοπάδα τήγανον προσαγορεύων. | |
39 | Idem VII: Ἡγήσανδρος δὲ ὁ Δελφὸς, τρίγλην παραφέρεσθαι ἐν τοῖς Ἀρτεμισίοις, διὰ τὸ δο‐ κεῖν τοὺς θαλαττίους λαγὼς, θανασίμους ὄντας, θηρεύειν ἐπιμελῶς καὶ καταναλίσκειν. Διόπερ, ὡς ἐπ’ ὠφελείᾳ | |
5 | τῶν ἀνθρώπων τοῦτο ποιοῦσα, τῇ κυνηγετικῇ θεῷ ἡ κυνηγέτις ἀνάκειται. | |
40 | Idem VIII: Ἡγήσανδρος ἐν τοῖς Ὑπο‐ μνήμασί φησιν οὕτως· «Περὶ Ἀπολλωνίαν τὴν Χαλ‐ κιδικὴν δύο ποταμοὶ ῥέουσιν, Ἀμμίτης καὶ Ὀλυνθιακός. Ἐμβάλλουσι δὲ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. Ἐπὶ | |
5 | δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου, τοῦ Ἡρα‐ κλέους καὶ Βόλβης υἱοῦ. Κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι, διότι πέμπει ἡ Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ, καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν | |
10 | Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. Ἔστι δὲ βραχὺς, ὥστε μόλις κρύπτειν τὸ σφυρόν· ἀλλ’ οὐδὲν ἧττον το‐ σοῦτον ἔρχεται πλῆθος ἰχθύων, ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάρι‐ χος. Θαυμαστὸν δέ ἐστι τὸ μὴ παραλλάττειν τὸ τοῦ | 420 |
15 | Ὀλύνθου μνημεῖον. Πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δὲ Ἀνθεστηριῶνος. Διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι | |
20 | τιμᾶν.» | |
41 | Idem II: Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος, καθ’ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι, καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην, ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, | |
5 | ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυ‐ ναῖκας. Περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ, ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει. | |
42 | Idem IX: Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ὑπομνήμασι, κατὰ τὴν Ἀντιγόνου τοῦ Γονατᾶ φησι βασιλείαν τοσοῦτον πλῆθος γενέσθαι λαγῶν ἐν Ἀστυ‐ παλαίᾳ, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύ‐ | |
5 | σασθαι. Καὶ τὴν Πυθίαν εἰπεῖν, κύνας τρέφειν καὶ κυνηγετεῖν· ἁλῶναί τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισ‐ χιλίων. Ἐγένετο δὲ τὸ πλῆθος τοῦτο, Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον· ὡς καὶ πρότε‐ ρον, Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας εἰς τὴν | |
10 | Ἀνάφην, τοσοῦτον πλῆθος ἐγένετο περδίκων ἐν τῇ Ἀνάφῃ, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κα‐ τοικοῦντας. Κατ’ ἀρχὰς δὲ ἡ μὲν Ἀστυπάλαια οὐκ εἶχε λαγὼς, ἀλλὰ πέρδικας. | |
43 | Idem XIV: Θεόπομπος δ’ Εἰρήνῃ, τὰς Τιθρασίας ἐπαινῶν ἰσχάδας, φησὶν οὕτως· Μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι. Οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ | |
5 | ἰσχάδες (ὄντως γὰρ, κατὰ τὸν Ἀριστοφάνην Οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων), ὡς καὶ Ἀμιτροχάτην, τὸν τῶν Ἰνδῶν βασιλέα, γράψαι Ἀντιόχῳ, ἀξιοῦντα (φησὶν Ἡγήσανδρος) πέμψαι αὐτῷ γλυκὺν, καὶ ἰσχάδας, καὶ σοφιστὴν ἀγοράσαντα. Καὶ | |
10 | τὸν Ἀντίοχον ἀντιγράψαι· «Ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ’ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι.» | |
44 | Idem XIV: Περὶ δὲ περδίκων τί δεῖ καὶ λέγειν ἐμὲ, πλεόνων εἰρημένων ὑφ’ ὑμῶν; ἀλλ’ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν. Φησὶ γὰρ ὅτι Σάμιοι, πλεύσαντες εἰς | |
5 | Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν, περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον, ἐκπλαγέντες ἔφυ‐ γον, καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν. | |
45(t) | Περὶ ἀνδριάντων καὶ ἀγαλμάτων. | |
1 | Idem V: Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν τῷ ἐπιγραφομένῳ Ὑπομνήματι Ἀνδριάντων καὶ ἀγαλ‐ μάτων, Γλαύκου φησὶ τοῦ Χίου τὸ ἐν Δελφοῖς ὑπόστημα, οἷον ἐγγυθήκην τινὰ σιδηρᾶν, ἀνάθημα Ἀλυάττου· οὗ | 421 |
5 | ὁ Ἡρόδοτος μνημονεύει, ὑποκρητηρίδιον αὐτὸ καλῶν. Καὶ ὁ Ἡγήσανδρος ταὐτὰ λέγει. | |
46 | Bekker Anecd.: Ἀλκυονίδες ἡμέ‐ ραι· περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ιαʹ (l. ιδʹ) φησὶν αὐτὰς, καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων. Δημαγόρας δὲ ὁ Σάμιος ἑπτὰ, | |
5 | Φιλόχορος ἐννέα. Τὸν δὲ ἐπ’ αὐταῖς μῦθον Ἀγήσαν‐ δρος (Suid. Ἡγήσανδρος) ἐν τοῖς Περὶ * Ὑπομνήμασι λέγει οὕτως· «Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν [Φθονία], Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλ‐ λήνη, Δριμὼ, Ἀστερίη. Αὗται μετὰ τὴν τοῦ πατρὸς | |
10 | τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλή‐ νης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς Ἀλκυό‐ νες ἐκλήθησαν.» Αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι | |
ἡμέραι ἀλκυονίδες καλοῦνται. | 422 |